Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-10
Not analysed yet
καὶ οἱ συνιέντες φησὶν ἐκλάμψουσιν, ὡς ἡ λαμπρότης τοῦ στερεώματος. καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησί· τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος. καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας, καὶ ἔτι. οἱ μὲν γὰρ δοκιμώτατοι καὶ ἔκκριτοι, τῇ τε τοῦ στερεώματος λαμπρότητι καὶ αὐτῷ τῷ ἡλιακῷ παρεικασθήσονται φωτί· οἱ δὲ τούτων ἐλάττους (τοῦτο γὰρ ἐσήμαινε διὰ τοῦ πολλῶν), τὰς τῶν ἀστέρων λαμπηδόνας μιμήσονται, δι’ αἰῶνος ταύτην ἀφιέντες τὴν αἴγλην. οὕτω δὴ καὶ ὁ μακάριος παῦλος τῶν εὐσεβῶν διεῖλε τὰ τάγματα. ἄλλη γάρ φησι δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. ταῦτα εἰπὼν ὁ τῷ δανιὴλ προσδιαλεγόμενος ἐπήγαγε·