Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-11
Not analysed yet
καὶ σὺ δανιὴλ ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσι πολλοί, καὶ πληθυνθῇ ἡ γνῶσις. ἐπίθες φησὶ τῷ βιβλίῳ τὰς τῆς ἀσαφείας σφραγίδας, καὶ μὴ δῆλα ἅπασι καταστήσῃς, ἕως ἂν πληθυνθῇ ἡ γνῶσις, καὶ πληρωθῇ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας ,κατὰ τὴν προφητείαν. ταύτας ἡ τοῦ θείου πνεύματος χάρις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀφελοῦσα τὰς σφραγίδας σαφῆ τὰ ἀσαφῆ πεποίηκε τοῖς πιστεύουσι.