Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-2
Not analysed yet
ἠνέχθησαν γάρ φησι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν ἱερουσαλήμ . καλῶς δὲ τὴν τῆς ἀτοπίας ἔδειξεν ὑπερβολήν, πρὸς τῷ ναῷ καὶ τοῦ θεοῦ μνημονεύσας καὶ τοῦ ναοῦ δεικνὺς τὸ ἐπίσημον, τὴν τῆς ἱερουσαλὴμ προσηγορίαν προστέθεικεν. ταῦτα γάρ φησι τὰ σκεύη οὐ τισὶ τῶν δοκούντων, καὶ ὄνομα μόνον ἐχόντων, ἀνέκειντο θεῶν, ἀλλ’ αὐτῷ τῷ ἐπὶ πάντων θεῷ, ὃς τήν τε ἱερουσαλὴμ ἐξελέξατο, καὶ τὸν ἐν αὐτῇ νεὼν τῆς οἰκείας ἐπλήρωσε δόξης. ἀλλὰ ταῦτα τὰ ἄψαυστα, καὶ τῷ θεῷ τῶν ὅλων ἀνακείμενα, οὐχ ὡς δεομένῳ, ἀλλ’ ὡς ἀποδεχομένῳ τῶν προσφερόντων τὸ εὔγνωμον, ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον ἐνεγκὼν, ἔπινεν ἐν αὐτοῖς· οὐ μόνον δὲ αὐτός, ἀλλὰ καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ ἔπινον οἶνον· τουτέστι, μέθης ἐποίησεν ὄργανα τῆς θείας λειτουργίας τὰ ὄργανα, καὶ τὰς τῆς ἀκολασίας αὐτὸν ἐμφορούσας διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν. ἔπειτα τῆς ἀσεβείας τὸ ἔσχατον ὑποδεικνὺς ὁ προφήτης ἐπήγαγε·