Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-5
Not analysed yet
καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. κραιπαλῶν γὰρ ὁ παμμίαρος, καὶ τοῖς θείοις σκεύεσιν ἐντρυφῶν, λήθην μὲν ἔσχε τοῦ τῶν ἁπάντων δεσπότου, ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρε θεούς, ἐξ ὕλης ἀψύχου πεποιημένους, καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους· μόνην δὲ μορφὴν δεξαμένους ἐνεργείας ἐστερημένην. ἀλλ’ οὐκ ἠνέσχετο τῶν ὅλων ὁ πρύτανις τῇ μακροθυμίᾳ, καὶ τοὺς τηνικάδε ἀνθρώπους, καὶ τοὺς μετ’ ἐκείνους λυμήνασθαι· παραυτίκα δὲ τὴν οἰκείαν δείκνυσι δύναμιν.