Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 30
Not analysed yet
ἐμοὶ γάρ, φησίν ,οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας, τὸ μυστήριον ἀπεκαλύφθη, ἀλλ ̓ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, καὶ ἵνα γνῷς τοὺς διαλογισμοὺς τῆς καρδίας σου . ταύτης γάρ, φησί, τῆς ἀποκαλύψεως ἔτυχον, οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων σοφώτερος, ἀλλ ̓ ἵνα σὺ μάθῃς, ἃ μαθεῖν ἐπεθύμησας. ἐμοὶ δὲ διακόνῳ ταύτης ἐχρήσατο τῆς γνώσεως, ὡς οἰκείῳ θεράποντι. ἄρχεται τοίνυν τῆς ἐξηγήσεως καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον.