Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 29
Not analysed yet
οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. . ἐλογίζου, φησί, κατακείμενος ἐπὶ τῆς κλίνης εἴτε, εἰς ἀεὶ ζήσῃ, εἴτε τῷ νόμῳ τῶν ἀνθρώπων ὑπὸ τὸν θάνατον γενήσῃ· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μηδέπω γεγενημένα. καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι, ἃ δεῖ γενέσθαι. πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεόν, τῆς πολυθείας ἐκβαλὼν τὴν πλάνην. εἶτα καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριότητα δείκνυσιν.