Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 30-2
Not analysed yet
καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐκ ἠκούσαμεν οὐδὲ ἐφυλάξαμεν αὐτάς οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. κἀνταῦθα πάλιν τὴν τῆς εὐσεβείας καὶ σοφίας ἔδειξεν ὑπερβολήν. ἡ γὰρ τῶν νόμων, φησί, καὶ τῶν ἐντολῶν φυλακὴ σοὶ μὲν τῷ νομοθέτῃ παρεῖχεν οὐδέν, ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προεξενεῖ τούτου τοίνυν χάριν καὶ τοὺς νόμους ἐτεθείκεις ἐκείνους ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας ἐπειδὴ τοίνυν φησί, παρέβημεν