Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 31-3
Not analysed yet
καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν, καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα ἠφανισμένον. βραχίονας καλεῖ, ὡς καὶ ἤδη προειρήκαμεν, τοὺς ὑπουργοῦντας αὐτῷ στρατηγοὺς, ἅτε δὴ δίκην βραχιόνων τὰ τοῦ βασιλέως πληροῦντας προστάγματα. πέμψει τοιγαροῦν φησὶ τινὰς τὸ μὲν ἁγίασμα τῆς δυναστείας βεβηλοῦντας, ἀντὶ τοῦ τῷ θεῷ τῷ παντοδυνάμῳ ἀνακείμενον νεών· βωμὸν δὲ εἰδωλικὸν ἔνδον ἀναστήσοντας· τοῦτο γὰρ καλεῖ βδέλυγμα ἠφανισμένον. διδάσκει δὲ ἡμᾶς τοῦτο καὶ ἡ δευτέρα τῶν μακκαβαίων· φησὶ γὰρ οὕτως· περὶ δὲ τὸν καιρὸν τοῦτον, τὴν δευτέραν ἔφοδον ὁ ἀντίοχος εἰς τὴν αἴγυπτον ἐστείλατο. εἶτα ἐν μέσῳ ὁ συγγραφεύς τινα περὶ τῆς τῶν νόθων ἀρχιερέων φιλονεικίας εἰρηκώς, ἐπήγαγε· προσπεσόντων δὲ τῷ βασιλεῖ, περὶ τῶν γεγονότων ὑπέλαβεν ἀποστατεῖν τὴν ἰουδαίαν· ὅθεν ἀναστρέψας ἐξ αἰγύπτου τεθηριωμένος τὴν ψυχήν, ἔλαβε τὴν πόλιν δορυάλωτον, καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας. εἶτα διηγησάμενος, ὡς κατὰ πάσης ἡλικίας ὁ φόνος ἐχώρει, καὶ ὀκτὼ μυριάδες νεκρῶν ἠριθμήθησαν, πάλιν μετὰ βραχέα φησίν· ἀπεχθῆ δὲ πρὸς τοὺς ἰουδαίους διάθεσιν ἔχων ὁ ἀντίοχος, ἔπεμψε μυσάρχην ἀπολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάσῃ πάντας κατασφάξαι. καὶ μετὰ βραχέα δὲ πάλιν φησί· μετ’ οὐ πολὺν δὲ χρόνον ἀπέστειλεν ὁ βασιλεὺς γέροντα ἀθηναῖον, ἀναγκάζειν τοὺς ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι, μολῦναι δὲ καὶ τὸν ἐν ἱερουσαλὴμ νεών, καὶ προσονομάσαι διὸς ὀλυμπίου. ταῦτα προαγορεύων ὁ τῷ μακαρίῳ δανιὴλ προσδιαλεγόμενος ἔφη· καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν. τουτέστι, τὴν καθ’ ἡμέραν τῷ θεῷ προσφερομένην λατρείαν. καὶ δώσουσιν εἰς αὐτὸ βδέλυγμα ἠφανισμένον. τὸν βωμόν, ὃν τῷ διὶ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς καὶ χοῖρον ἐπ’ αὐτοῦ προσενήνοχε.