Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 32-3
Not analysed yet
καὶ τοὺς ἀνομοῦντας φησὶ διαθήκην ἀπάξουσιν ἐν ὀλισθήμασι. τοὺς γὰρ παρανομίᾳ συζῶντας προφανῶς δυσσεβεῖν παρασκευάσουσι τοῖς ἀπατηλοῖς χρώμενοι λόγοις. καὶ λαὸς γινώσκοντες θεὸν αὑτῶν, κατισχύσουσι καὶ ποιήσουσι. τοὺς περὶ τὸν μακάριον ἐνταῦθα ματταθίαν αἰνίττεται, ὃς πρῶτος τοῖς τοῦ ἀντιόχου δόγμασιν ἀντιστὰς καὶ σὺν τοῖς υἱέσι τὴν ἔρημον καταλαβὼν μετ’ ὀλίγων στρατευόμενος τοὺς ἐκείνου κατηγωνίσατο στρατηγούς.