Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 32
Not analysed yet
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων, ἐχθιστῶν, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν παρέδωκας ἡμᾶς . ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσαμεν βασιλέα, ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος εἰκότως ἡμᾶς ὠμοτάτῳ καὶ ἀπηνεστάτῳ καὶ οὐδαμῶς εἰδότι τὸ δίκαιον δουλεύειν ἠνάγκασας βασιλεῖ, ἔχοντι καὶ τοὺς ὑπηκόους τῇ βασιλικῇ πονηρίᾳ συμβαίνοντας. ἀλλ ̓ ὅμως καὶ ἐν τοσούτοις ὄντες πάσης ἐστερήμεθα παῤῥησίας καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα. τοῦτο γὰρ σημαίνει λέγων·