Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 33
Not analysed yet
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοίξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε. ἐμφράττει, φησίν, ἡμῶν τὸ στόμα τῆς παρανομίας τὸ πλῆθος· ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ καταγέλαστοι καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς οἱ δοῦλοί σου προσαγορευόμενοι, ἱκετεύομέν σε, διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα δεῖξαι τοῖς ἐναντίοις τὴν σὴνἰσχὺν καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀλλοτριῶσαι.