Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 33-2
Not analysed yet
αὐτῇ φησί, τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐδιώχθη. ἐξεδιώχθη δὲ πρῶτον μὲν δι’ αὐτὸ τὸ πάθος· μανίᾳ γὰρ παρεδόθη καὶ λύττῃ· καὶ μυρία ἂν εἰργάσατο κακά, εἴπερ ἀδείας ἀπήλαυσεν· ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν, ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες, ἡνίκα μὲν ἔρρωτο, ἐπειρῶντο λανθάνειν, συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξάμενοι. καὶ χόρτον φησὶν ὡς βοῦς ἤσθιεν. ἴδιον γὰρ τῶν παραπαιόντων, οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγιστά τε καὶ ἄτακτα, ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαντα τὰ προσπίπτοντα· τοῦτο δ’ ἄν τις ἴδοι καὶ νῦν τοὺς ὑπὸ δαιμόνων ἐνοχλουμένους ποιοῦντας καὶ πάσχοντας. οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον, ἀλλὰ καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη. ὑπαίθριος γὰρ ταλαιπωρῶν, καὶ γυμνῷ τῷ σώματι κρυμῷ τε προσπαλαίων καὶ φλογμῷ, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν. ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων. μὴ ἀποκειρόμενος γὰρ συνήθως, μηδὲ ἀφαιρούμενος τῶν ὀνύχων τὰ περιττὰ ἀναγκαίως ἐν τοσούτῳ χρόνῳ τοιαύτας ἔσχηκε καὶ τρίχας καὶ ὄνυχας. διὰ δὲ τούτων ἁπάντων ἐσήμαινε τὸ ἀτημέλητον αὐτὸν καὶ ἀκηδεμόνευτον εἶναι. τῆς γὰρ θείας ἔρημος γενόμενος προμηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυσεν, καὶ ταῦτα καὶ γυναικὸς οὔσης καὶ παίδων, καὶ συγγενῶν· ἀλλὰ θηρίων δίκην τοὺς ἀοικήτους χώρους διετέλει περινοστῶν, τὴν τῶν ἀλόγων τροφὴν τῇ γαστρὶ παραπέμπων· ἐπειδὴ γὰρ ἄνθρωπος ὢν καὶ ἐν τιμῇ ὢν μεγίστῃ, οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς ,καὶ θηριώδει γνώμῃ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, εἰκότως καὶ μάλα δικαίως τὸν κτηνώδη καὶ θηριώδη βίον κατεδικάσθη. ἀλλ’ ὁ φιλάνθρωπος δεσπότης, λύσας τὴν τιμωρίαν, ὡς ἀγαθός, καὶ τῇ πείρᾳ διδάξας, ὡς αὐτός ἐστι τῶν ἁπάντων κύριος, πάλιν αὐτὸν ἐπανήγαγε, καὶ τὴν βασιλείαν αὐτῷ τὴν προτέραν ἐπίστευσε.