Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 32-2
Not analysed yet
ἡ βασιλεία σου, φησί, παρῆλθεν ἀπὸ σοῦ. καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα, καὶ ὅτι παραυτίκα, φησί, τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθησεν.