Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 36-2
Not analysed yet
αὐτῷ γὰρ τῷ καιρῷ αἱ φρένες μου ἐστράφησαν πρός με, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμέ. αὐχμῶν γάρ, ὡς εἰκός, καὶ ῥυπῶν, ἀποκειράμενος καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος, καὶ τὸν ῥύπον ἀπονιψάμενος, καὶ τῆς θείας χάριτος ἀπολαύσας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἦν ἐκεῖνος, ὁ πρότερον τὴν μεγίστην διέπων βασιλείαν. καὶ οἱ τύραννοί μου, φησί, καὶ οἱ μεγιστάνές μου ἐπεζήτουν με. ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ καὶ φίλτρον ἔλαβον. καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι. καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπε, μεγαλωσύνην περισσοτέραν ἐκτησάμην, ἀλλὰ, προσετέθη μοι ,τὸν χορηγὸν ὑποδεικνὺς καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴτιον.