Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4
Not analysed yet
τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος ὄργανα, ἀλλὰ πρῶτον μέν, ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν· καὶ προσῆκον ἡγούμεθα, ἣν ᾐτήθημεν χάριν, ταύτην δοῦναι τοῖς ᾐτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῷ παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν καὶ δήλας ποιεῖν. εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. ἔστι δὲ αὐτῶν ἀναιδὲς μέν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῷ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προεθέσπισε παρουσίαν, οὐ μόνον, ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκώς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ ἅπαντα καὶ καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρά, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν, ὡς οὐκ ἔστι προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας, ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν.