Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5
Not analysed yet
θαυμαστὸν δὲ οὐδέν, εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα. διὸ καὶ ὁ κύριός φησι· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι . καὶ πάλιν· οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺςαὐτοῦ;