Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-6
Not analysed yet
ὅτι πνεῦμα φησὶ περισσὸν ἐν αὐτῷ· τουτέστι, πολλῷ πλείονα καὶ μείζονα παρὰ τοῦ θεοῦ τὴν χάριν ἐδέχετο. μανθάνομεν δὲ ὅτι καὶ τοῖς τὰς βιωτικὰς ἐγχειριζομένοις ἀρχάς, κἂν εὐσεβείας ὦσιν ἄμοιροι, δίδοταί τις θεόθεν χάρις σοφίας διὰ τὴν τῶν ἀρχομένων οἰκονομίαν. καὶ τοῦτο ᾐνίξατο ὁ μακάριος δανιὴλ εἰρηκώς· ὅτι πνεῦμα περισσὸν ἦν ἐν αὐτῷ τουτέστιν, ἀναλογοῦσαν τῇ εὐσεβείᾳ τὴν χάριν ἐδέδεκτο. καὶ τοῦτο θεασάμενος, φησίν· ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ’ὅλης τῆς βασιλείας αὐτοῦ. συνιεὶς γὰρ ὅτι θεοφιλὴς ὁ ἀνὴρ καὶ τῆς ἄνωθεν ἀπολαύων ῥοπῆς, πᾶσαν αὐτὸν ἐπέτρεψε τὴν βασιλείαν οἰκονομεῖν· ἀλλὰ τὸ μέγεθος τῆς τιμῆς τὸν φθόνον ἠρέθισεν· οἱ γὰρ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν φησὶ πρόφασιν εὑρεῖν κατὰ τοῦ δανιὴλ ἐκ τῆς βασιλείας, ἢ, ὥς τινα τῶν ἀντιγράφων ἔχει ἐκ πλαγίων τῆς βασιλείας· τουτέστι, πάντα ἐπραγματεύοντο, εἰς τοὺς τῆς βασιλείας νόμους πλημμελοῦντα αὐτὸν εὑρεῖν ἐφιέμενοι· ἀντὶ τοῦ τὴν νῦν καλουμένην καθοσίωσιν πλέξαι αὐτῷ βουλόμενοι. ἀλλὰ διήμαρτον τοῦ σκοποῦ.