Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-4
Not analysed yet
πᾶσαν γὰρ πρόφασίν φησι καὶ πᾶν παράπτωμα, καὶ ἀμπλάκημα οὐχ ηὗρον ἐν αὐτῷ, ὅτι πιστὸς ἦν. καὶ τὴν μαρτυρίαν ταύτην ἔσχηκεν ὁ μακάριος δανιήλ ,οὐ παρὰ τῶν ἀγαπώντων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἐπιβουλευόντων. τὴν γὰρ περὶ τὸν θεὸν φυλάττων εὐσέβειαν, εὐνοίᾳ πολλῇ καὶ περὶ τοὺς βασιλέας ἐκέχρητο. ὡς δὲ μυρία τυρεύσαντες οὐχ ηὗρον αὐτὸν εἰς τοὺς τῆς βασιλείας πλημμελοῦντα νόμους. εἶπον φησὶν οἱ τακτικοί· οὐχ εὑρήσομεν κατὰ δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νόμοις θεοῦ αὐτοῦ. εἰδότες γὰρ αὐτοῦ τῆς εὐσεβείας τὸ ἀκριβὲς ἐκεῖ τὰ θήρατρα τῆς πονηρίας ἱστᾶσι.