Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-7
Not analysed yet
τὸ πρῶτον γάρ φησιν ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. τὴν ἀσσυρίων βασιλείαν, εἴτ’οὖν χαλδαίων, αὐτὴ γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησε, διὰ τῆς λεαίνης ᾐνίξατο· βασιλικὸν γὰρ τὸ ζῷον, καὶ τὰ πτερὰ ἀετῷ ἐοικέναι, φησί· καὶ γὰρ τοῦτο τὸ ζῷον τῶν πτηνῶν ἁπάντων κρατεῖ. ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρυσῆν· ἑρμηνεύων δὲ ὁ θειότατος δανιὴλ ἔφη· ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ, βασιλεῦ· οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον ἐπὶ τῆς πρώτης τέθεικε βασιλείας, οὐκ ἰσχὺν αὐτῇ πλείονα προσμαρτυρῶν, ἀλλ’ ὡς πρώτην τιμιωτέραν ἀποφαίνων. ἀλλ’ ὅμως εἶδεν, ὡς ἐξετίλη αὐτῆς τὰ πτερά· τουτέστι, γυμνὴ τῶν ὑπηκόων ἁπάντων ἐγένετο, καὶ τῆς προτέρας ἐστερήθη δυνάμεως. καὶ ἐξήρθη φησὶν ἀπὸ τῆς γῆς ἀντὶ τοῦ βασιλεύειν ἐπαύσατο. καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη. ἴση φησὶ τοῖς ὑπηκόοις ἐγένετο. καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. μεμάθηκε, φησί, διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν, καὶ μὴ ὑπερβαίνειν τῇ φαντασίᾳ τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἡνίκα τὰ τῆς βασιλείας κατεῖχον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν· διὸ καὶ ὁ μακάριος ἡσαίας φησίν· ἐπάξει ὁ θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων· εἰκότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῇ πείρᾳ μαθόντες καὶ τῆς εὐημερίας τὸ σφαλερόν, ἀνθρώπινα φρονοῦσι, καὶ ἑαυτοὺς γινώσκουσι, καὶ καρδίαν ἀνθρωπίνην ἐκτήσαντο. οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου. ἐπάγει δέ·