Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-5
Not analysed yet
καὶ ἐγὼ δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτός, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην. καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. ὁ μὲν οὖν ναβουχοδονόσορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον, καὶ ὅτι σχήματα μᾶλλόν εἰσιν, ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἀλλ’ οὐ πράγματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον, οὐδὲ βέβαιον, ἀλλὰ πάντα διαρρεῖ καὶ φθείρεται καὶ μαραίνεται· ὁ δὲ μακάριος δανιὴλ θάλασσαν βλέπει, τοῦ παρόντος βίου τὰ κύματα διδασκόμενος. ἐπειδὴ γὰρ τὴν ξένην οἰκεῖν ἠναγκάζετο δορυάλωτος γενόμενος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδάσκεται. καὶ ὁ μὲν βασιλεὺς ὡς μέγαλόφρων ἐπὶ χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ, διὰ τούτων λαμβάνει τὰ τῶν βασιλειῶν αἰνίγματα, καὶ τὰς τῶν βασιλέων μανθάνει διαδοχάς, καὶ διδάσκεται μὴ μεγάλα φρονεῖν ἐπὶ τῇ βασιλείᾳ ὀξύρροπον ἐχούσῃ μεταβολήν. ὁ δὲ προφήτης, ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν, τέσσαρα θηρία βλέπει διδασκόμενος, ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι, αἱ πάντας ἀνθρώπους δεδιττόμεναι, τέλος λήψονται καὶ αὗται, μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία, ἣν τοῖς ἁγίοις ηὐτρέπισεν ὁ τῶν ἁγίων θεός. θάλατταν τοίνυν καλεῖ τὸν βίον, ἅτε δὴ μυρίας ἔχοντα τρικυμίας, ἀνέμους δὲ ταύτῃ προσβάλλοντας, τὰς τῶν πραγμάτων μεταβολάς. καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῷον μέρος διατρέχει τὰ κύματα, βορέου δὲ κινοῦντος τὴν θάλασσαν, πάλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται· οὕτως, ἡνίκα μὲν ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπηκόους· μεταβάσης δὲ τῆς βασιλείας εἰς πέρσας, μετέβη παραυτίκα καὶ τῶν ὑπηκόων πρὸς ἐκείνους ὁ δρόμος. μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν. ἐπειδὴ δὲ ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες, μακεδόνων οὐδένα ποιούμενοι λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνηρίθμηνται. εἰκότως τοίνυν τὰς τῶν πραγμάτων μεταβολὰς ἀνέμοις ἀπείκασεν, οἳ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖσε τῆς θαλάττης ὠθοῦσι τὰ κύματα. τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων, ἐπειδὴ καὶ τέσσαρες γεγόνασι βασιλειῶν διαδοχαί. διδάσκει δὲ ἡμᾶς, καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν.