Ancient Greek · ~17 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4.1
Not analysed yet
καὶ ἀναστήσεται βασιλεὺς δυνατός καὶ κυριεύσει κυρείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ. καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ, συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. τοῦ γὰρ ἀλεξάνδρου, ὡς καὶ ἤδη προειρήκαμεν, τὴν ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης ἀναδύσαμένου βασιλείαν, εἶτα τὸ κοινὸν τῶν ἀνθρώπων δεξαμένου τέλος, τετραχῆ ἡ βασιλεία διῃρέθη ,ὡς καὶ ἤδη πολλάκις προειρήκαμεν, καὶ ἐνταῦθα δὲ πάλιν ὁ θεῖος ἀρχάγγελος οὕτως ἔφη· καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ, ἣν ἐκυρίευσεν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ ἀλέξανδρος δώδεκα ἔτη τὰ πάντα βασιλεύσας, ἐν τοῖς ἓξ τοῖς τελευταίοις ἔτεσι καὶ τὴν περσῶν καὶ τὴν αἰγυπτίων κατέλυσε βασιλείαν καὶ τὰ ἐν μέσῳ δὲ πάντα ἔθνη ὑφ’ ἑαυτὸν ἐποιήσατο. λέγει τοίνυν, ὅτι οἱ μετ’ αὐτὸν βασιλεύσοντες οὐδὲν ἐοικότες ὀφθήσονται τῷ ἀλεξάνδρῳ ,οὔτε κατὰ τὴν ῥώμην οὔτε κατὰ τὴν ἐξουσίαν, ἣν ἐν τοῖς ἔτεσι τοῖς τελευταίοις ἐκτήσατο. τοῦτο γὰρ λέγει· εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ, ἣν ἐκυρίευσεν. ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ δοθήσεται ἑτέροις ἐκτὸς τούτων. οὐ μόνον γάρ φησιν εἰς τούτους τοὺς τέσσαρας διαιρεθήσεται, ἀλλὰ καὶ ἑτέροις χωρὶς τούτων δοθήσεται. ἐπὶ γὰρ τούτων καὶ ἀρσάκης ὁ πέρσης πολέμῳ κρατήσας ἀνεδήσατο τὴν βασιλείαν καὶ μέρος τι τῆς περσικῆς ἀρχῆς ἀνεκτήσατο· ἐξ οὗ μέχρι τοῦ παρόντος οἱ περσῶν βασιλεῖς ἀρσακίδαι προσαγορεύονται, τῶν προτέρων οὐκ ἀρσακιδῶν ,ἀλλ’ ἀχαιμενιδῶν ὀνομαζομένων. καὶ ῥωμαῖοι δὲ τῆς μακεδονικῆς διαιρεθείσης βασιλείας μείζονα ἔσχον τὴν ἰσχύν, ἀμέλει καὶ παρ’ αὐτῶν τούτων τῶν βασιλέων δασμὸν ἐκομίζοντο. οὕτω τὴν διαίρεσιν προμηνύσας τῶν μὲν δύο βασιλέων καταλιμπάνει τὴν μνήμην· οὔτε γὰρ ὁ τῆς ἀσίας οὔτε ὁ τῆς μακεδονίας, ἐπὶ πολὺν χρόνον· ἄλλως τε δὲ οὔτε συνέβη τι λυπηρῶν διὰ τούτων ἰουδαίοις . μόνον οὖν τῶν δύο μέμνηται, δι’ ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειράθησαν ἰουδαῖοι . οὗτοι δέ εἰσιν, ὅ τε τῆς αἰγύπτου βασιλεύς, καὶ ὁ τῶν πρὸς ἕω κειμένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος· εἶχον δὲ τὰ βασίλεια ἔν τε ἀντιοχείᾳ καὶ βαβυλῶνι. προσήκει δὲ πρότερον ἡμᾶς τῶν ῥηθησομένων εἰπεῖν τὴν ὑπόθεσιν, εἶθ’ οὕτως τῆς κατὰ μέρος ἑρμηνείας ἅψασθαι. ὁ τράγος, ὃν ὁ μακάριος εἶδε δανιὴλ μετὰ τὴν συντριβὴν τοῦ ἑνὸς κέρατος, τέσσαρα ἐβλάστησε κέρατα τούτους αὐτοὺς τοὺς βασιλέας· ἐκ δὲ τοῦ ἑνὸς αὐτῶν ἕτερον ἔφυ κέρας, ὃ τήν τε αἴγυπτον σφόδρα κατεπολέμησε καὶ μυρίαις συμφοραῖς τὸ ἰουδαίων περιέβαλεν ἔθνος· σημαίνεται δὲ διὰ τούτου τοῦ κέρατος ἀντίοχος ὁ ἐπιφανής. καὶ τὸ τέταρτον δὲ θηρίον ὁ μακάριος εἶδε δανιὴλ δέκα κέρατα ἐσχηκέναι καὶ μεταξὺ τῶν κεράτων μικρὸν κέρας ἀνέβαινεν ὀφθαλμοὺς ἔχον καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. πάλιν δὲ διὰ τούτων μανθάνομεν, ὡς ἐν τῷ τέλει τῆς ῥωμαικῆς βασιλείας δέκα κατὰ τ’ αὐτὸν ἀναστήσονται βασιλεῖς, πολλὰ κατ’ ἀλλήλων ἐργαζόμενοι κακά, καὶ τὰς ἀλλήλων καταγωνιζόμενοι βασιλείας, ὃν τρόπον οἱ μακεδόνες διετέλουν ποιοῦντες· καὶ ὅτι τούτων οὕτω γινομένων, φανήσεται ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, τουτέστιν ὁ ἀντίχριστος. ἐπειδὴ τοίνυν ἔοικε τῆς ῥωμαίων βασιλείας τὰ τέλη τῇ διαιρέσει τῆς μακεδονικῆς βασιλείας, τὰ ὑπὸ τούτων κἀκείνων γενησόμενα κατὰ ταὐτὸν ὁ μακάριος διδάσκεται δανιήλ ,τίνα μὲν γὰρ τῶν ῥηθησομένων τοῖς μακεδόσιν ἁρμόττει, τίνα δὲ τοῖς ἐσομένοις δέκα κέρασι καὶ τῷ μεταξὺ αὐτῶν βλαστήσαντι. καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, ἐξ αὐτῆς μαθησόμεθα τῆς προφητείας. προσήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχειν ἀκριβείας καὶ διαιρεῖν προσφόρως τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα. ἔχομεν δὲ τούτου παράδειγμα τὴν εὐαγγελικὴν διδασκαλίαν· καὶ γὰρ τοῦ κυρίου περὶ τοῦ ναοῦ τοῦ ἐν ἱεροσολύμοις εἰρηκότος τοῖς ἀποστόλοις· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται · εἶτα ἐκείνων ἐρομένων· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας; καὶ διπλῆν ἐρώτησιν προσαγαγόντων ὁ κύριος ἀναμὶξ ποιεῖται τὴν ἀπόκρισιν κατὰ ταὐτὸν λέγων τά τε τοῖς ἱεροσολύμοις συμβησόμενα καὶ τὰ κατὰ τὸν τῆς συντελείας καιρὸν γενησόμενα. οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς. τοιγαροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιήσομεν ἀποδείξεως. διδάξας τοίνυν τὸν μακάριον δανιὴλ ὁ προσδιαλεγόμενος ,ὅτι τετραχῆ διαιρεθήσεται ἡ βασιλεία, καὶ τοὺς δύο καταλιπὼν τόν τε τῆς μακεδονίας φημὶ καὶ τὸν τῆς ἀσίας ἤτοι τοῦ ἑλλησπόντου ὡς καὶ πρὸς βραχὺν διαρκέσαντας χρόνον, καὶ ἰουδαίους ἥκιστα λελυπηκότας ἐπάγει·