Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2-7
Not analysed yet
καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν. λέγω δέ σοι μετὰ ἀληθείας τὰ ἐσόμενα. ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ περσίδι. μετὰ κῦρου ἐβασίλευσε καμβύσης· τοῦτον μάγοι διαδεξάμενοι δέκα μῆνας ἐβασίλευσαν, μετ’ ἐκείνους δαρεῖος ὁ ὑστάσπου . καὶ ὁ τέταρτός φησι πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας. τὸν ξέρξην λέγει τὸν τοῦ δαρείου υἱόν. καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου, ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν ἑλλήνων. τούτου καὶ οἱ ἔξω τοῦ καθ’ ἡμᾶς λόγου ἱστοριογράφοι καὶ συγγραφεῖς, σοφισταί τε καὶ ῥήτορες μέμνηνται καὶ διηγοῦνται αὐτοῦ τήν τε ὑπερήφανον στρατείαν καὶ τὴν καταγέλαστον ἀναχώρησιν. μέχρι γὰρ αὐτοῦ τὰ περσικὰ ἐν κεφαλαίῳ δηδειξας καὶ τοὺς μετὰ τοῦτον βασιλεύσαντας ὡς ἀσθενεστέρους γεγενημένους καταλιπών ἐπὶ τὸν μακεδόνα τὸν λόγον μετήνεγκε καί φησι·