Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-8
Not analysed yet
καὶ ἐνισχύσ’ ὁ βασιλεὺς τοῦ νότου, καὶ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσει ἐπ’ αὐτόν καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ. πτολεμαῖον δὲ λέγει τὸν φιλοπάτορα, μὴ ἀρκεσθέντα τῇ τῆς αἰγύπτου βασιλείας, ἀλλὰ καὶ φοινίκην καὶ σαμάρειαν καὶ τὴν ἰουδαίαν προσλαβόντα. ἕνα δὲ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ ἐνισχύοντα τὸν σκοπᾶν λέγει, οὗ καὶ ὁ ἰώσηπος ὁ ἑβραῖος μέμνηται συγγραφεύς, ὃς ἄριστα στρατηγήσας πολλὰ τῶν ἔξω τῆς τοῦ πτολεμαίου βασιλείας τῷ πτολεμαίῳ ὑπέταξε. τοῦτο αἰνιττόμενος λέγει· καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ ,τουτέστι κρατήσει ἐθνῶν πολλῶν ἔξω τῆς ἀφωρισμένης αὐτῷ ἐξουσίας ὄντων.