Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 40
Not analysed yet
καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμάσει . τὴν ῥωμαικὴν λέγει βασιλείαν, ἰσχυροτάτην μὲν γενομένην, καὶ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν περιγενομένην, δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην. τὸ γὰρ λεπτυνεῖ ἐπὶ τούτου τέθεικε, τὸ δὲ δαμάσει ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας καὶ τῆς ἐννόμου πολιτείας.