Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 39
Not analysed yet
καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου . ἡ περσική· ἥττονα δὲ αὐτὴν καλεῖ οὐχ ὡς ἀσθενεστέραν, ἀλλ’ ὡς δευτέραν. καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς . τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς ἀλέξανδρος ὁ φιλίππου, ἐν δώδεκα ἔτεσιν τῆς βασιλείας πάντας ὑποτάξας ἀνθρώπους.