Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 41-3
Not analysed yet
καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβείρ. πάλιν διὰ τοῦ σαβεὶρ τὰ ἱεροσόλυμα παρεδήλωσε. καὶ πολλοὶ ἀσθενήσουσι. δηλονότι οἱ ἐξαπατώμενοι, ἢ τῷ μεγέθει τῶν τιμωριῶν χαυνούμενοι. καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, ἐδὼμ καὶ μωὰβ καὶ ἀρχὴ υἱῶν ἀμμών. οὐδὲ ταῦτα δὲ ἁρμόττει τῷ ἀντιόχῳ· καὶ γὰρ τούτους καταστρεψάμενος, ἡγεμόνας αὐτοῖς κατέστησεν, ὧν εἷς ἦν ὁ τιμόθεος, ἀμμανιτῶν ἡγούμενος. ἐπὶ δὲ τούτου τοῦ δυσσεβοῦς εἰκὸς τούτους διαφυγεῖν, ἅτε δὴ μηδὲ σπουδαίως εὐσεβοῦντας· τοῖς γὰρ σπουδαίοις πάντως ὁ δυσσεβὴς ἐπιστρατεύει. εἰ δὲ καὶ τροπικῶς ταῦτα δεῖ νοῆσαι τὰ ὀνόματα, ἐδὼμ ἑρμηνεύεται ὁ πυρρός· τούτου χάριν καὶ ὁ ἡσαῦ ἐδὼμ προσηγορεύθη, ὡς τοῦ ἑψήματος τοῦ φακοῦ ἐρυθροῦ ὄντος ἐπιθυμήσας, καὶ τὸ αἷμα δὲ ἐρυθρὸν ἔχει τὸ εἶδος. οἱ τοίνυν τοῦ δεσποτικοῦ αἵματος ἀξιούμενοι, καὶ ἀξίως τῆς δωρεᾶς ταύτης πολιτευόμενοι, ἐπανθοῦσαν αὑτοῖς ἔχουσι τὴν τοῦ δεσποτικοῦ αἵματος χάριν· καὶ μωὰβ δὲ προσαγορεύεται ὁ ἐκ τοῦ πατρὸς γεννηθείς. οὕτω γὰρ ἡ πρεσβυτέρα τοῦ λὼτ θυγάτηρ ἐκ τοῦ πατρὸς συλλαβοῦσα, εἶτα τεκοῦσα, προσηγόρευσε τὸν τεχθέντα. οἱ τοίνυν υἱοὶ θεοῦ προσαγορευόμενοι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. εἰκότως μωὰβ ὀνομάζονται. καὶ ὁ ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γένους σημαίνει· τοῦτο γὰρ ἡ θεία διδάσκει γραφή· λέγει γὰρ ὁ μακάριος παῦλος ἐν ἀθηναίοις δημηγορῶν· γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, χρυσῷ ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης τὸ θεῖον εἶναι ὅμοιον. καὶ αὐτὸς δὲ ὁ θεός, γένος αὑτοῦ τοὺς ἁγίους ἐκάλεσε· ποτίσαι γάρ φησι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. οὐδὲν οὖν ἀπεικός, καὶ τοὺς τῆς θείας συγγενείας διὰ τῆς θείας χάριτος ἠξιωμένους ἀμμὰν ὀνομάζεσθαι. εἰ μὲν οὖν τροπικῶς βούλει νοῆσαι τὰ ὀνόματα, οὕτω νοήσεις. εἰ δὲ ἱστορικῶς, ὡς ἤδη προειρήκαμεν, ὅτι τούτων καταφρονήσει, ὡς τῶν μὲν πλειόνων ἀσεβείᾳ συζώντων, αὐτῶν δὲ τῶν ὀλίγων τῶν ἐν αὐτοῖς εὐσεβῶν οὐ θερμῶς περὶ τὰ θεῖα διακειμένων.