Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 40-3
Not analysed yet
καὶ ἐν καιρῷ πέρατί φησι συγκερατισθήσεται μετ’ αὐτοῦ βασιλεὺς τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασι, καὶ ἐν ἱππεῦσι, καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσεται εἰς τὴν γῆν ἐν ταῖς κατακλύσεσι, καὶ συντρίψει. πολλάκις εἴπομεν, ὅτι τοῦ τετάρτου θηρίου τὰ δέκα κέρατα τὰ κατὰ ταὐτόν φανέντα, δέκα βασιλέας σημαίνει ἐν τῷ τέλει τῆς ῥωμαικῆς βασιλείας κατὰ ταὐτὸν βασιλεύσοντας. ἐκ τούτων τοίνυν πάλιν ὁ τοῦ νότου βασιλεὺς πολεμήσει τούτῳ, ὃς τοῦ βορρᾶ καλεῖται βασιλεύς. ἀπὸ βορρᾶ γάρ φησιν ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. καὶ ἀντίοχος δὲ ὃς τούτου τύπος ἐτύγχανε τοῦ βορρᾶ βασιλεὺς ὠνομάζετο. τοῦ τοίνυν βασιλέως τοῦ νότου συμπλακέντος αὐτῷ, μετὰ πλήθους οὗτος καὶ ὀχημάτων ἐγγείων τε καὶ θαλαττίων, καὶ ἐπιστρατεύσει αὐτῷ, καὶ τὴν νίκην ἀναδήσεται. τούτους δὲ τοὺς πολεμίους, καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις προεῖπεν ὁ κύριος· ἐγερθήσεται γάρ φησιν ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχαὶ ὠδίνων. ἔχοντες τοίνυν τῇ προφητείᾳ τῇδε τὴν δεσποτικὴν πρόρρησιν συμφωνοῦσαν, νοήσομεν τὰ προκείμενα. καὶ παρελεύσεταί φησι.