Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 43-2
Not analysed yet
μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ ̓ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰθαυμάσιά σου. καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε . διὰ ταῦτα, φησί, πάντα ἡμᾶς οἴκτου καὶ φιλανθρωπίας ἀξίωσον· ἐλεεῖν τὲ γὰρ πέφυκας, καὶ μακροθυμίᾳ κεχρῆσθαι πρὸς ἅπαντας, συνδρομόν τε ἔχεις τῇ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γινόμενα θαύμαστα. τὰ γὰρ εἰς ἡμᾶς γινόμενα, καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει, οὐχ ὑφ’ ἡμῶν μόνον σωζομένων, ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν ὁρώντων.