Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 41-2
Not analysed yet
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. μὴ καταισχύνῃς ἡμᾶς. τὸ γὰρ πλῆθος τῶν συμφορῶν ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰργάσατο καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλῃ σε καρδίᾳ καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε πρόσωπον δὲ θεοῦ ἐνταῦθα τὴν εὐμένειαν ἐκάλεσε καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν καὶ τὴν τῆς κηδεμονίας ἀπόληψιν, ἧς ἀπολαύοντας δυνατὸν ἦν ὁρᾷν καὶ τὸν θεῖον νεὼν καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας, δι ̓ ὧν ἀσώματον ὄντα τὸν θεὸν καὶ ἀόρατον ὁρᾷν ἐφαντάζοντο. ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβολὴν.