Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 44-2
Not analysed yet
καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν, καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀναθεματίσαι καὶ ἀφανίσαι πολλούς. οὐδὲ τοῦτο τῷ ἀντιόχῳ ἁρμόττει· ἐκεῖνον γὰρ οὐ φῆμαι διαταράξασαι τῆς αἰγύπτου ἀπέστησαν, ἀλλὰ τὸ δόγμα ῥωμαίων, ἀπὸ τῆς ἑσπέρας, οὐκ ἀπὸ τῆς ἕω πεμφθέν. περὶ δὲ τούτου, φησίν ὅτι λαβὼν τὴν αἴγυπτον καὶ τὴν λιβύην καὶ τὴν αἰθιοπίαν καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, ὑπὸ φήμης τινὸς ταραχθεὶς ἀναστρέψει, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀναθεματίσαι καὶ τοῦ ἀφανίσαι πολλούς. ταὐτὸν δὲ λέγει δι’ ἀμφοτέρων· ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι, καὶ τὸ ἀναθεματίσαι, τὸ ἀλλότριον ἐκείνης ἀποφῆναι.