Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 52
Not analysed yet
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραίνετον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας . ἔρωτός ἐστι θερμοτάτου καὶἀπληστοτάτου τὰ ῥήματα· τούτῳ γὰρτετρωμένοι ζητοῦσιν ὀνόματα τοῦ ὑμνουμένου τὴν ἀξίαν παραδηλῶσαι δυνάμενα καὶ μὴ εὑρίσκοντες, ταῖς ὑπερθετικαῖς αὐτὰ προσθέσεσιν ἐξυφαίνουσιν· ὑπερυψούμενον ὀνομάζοντες καὶ ὑπεραινετόν καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον καὶ θεὸν τῶν πατέρων ἀποκαλοῦσι σφᾶς αὐτοὺς ἀναξίους εἶναι ταυτησὶ τῆς προσηγορίας ὁμολογοῦντες.