Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 53
Not analysed yet
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπεραινετὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας . ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην καὶ, ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες ἐννόμως προσεύχονται ἀντὶ τοῦ εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεώ, ἔνθα σου ἡ δόξα ἐπιφαίνέσθαι εἰώθει εἰώθει, τοῦτόν σοι τὸν προσφέρομεν. εἰ γὰρ καὶ μυριάκις ἐμπέπρηστα,ι τῆς σῆς ἁγιωσύνης μετέχει. καὶ ἵνα μή τις ὑπολάβη περιγράφειν αὐτοὺς τόπῳ τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον θεὸν ἀναγκαίως ἐπάγουσιν·