Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6
Not analysed yet
ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναί φατε; ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν, τὸ τὰ μέλλοντα προειδέναι τε καὶ προλέγειν. ἴδωμεν τοίνυν, εἰ μὴ ταῦτα καὶ προμεμάθηκε, καὶ προείρηκεν ὁ μακάριος δανιήλ. καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν. εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων, πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεύς, ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν, ἔπειτα, ὅτι τούτους καταλύσας ὁ μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέτταρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας μυρία ὅσα ἐργάσεται τοῖς ἰουδαῖοις δεινά, καὶ ὅτι ἀπολαύσαντες βοηθείας τῆς ἐκείνου θηριότετος ἀπαλλαγήσονται. εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν Ῥωμαίων ἰσχύν, καὶ ὅτι πάσας καταγωνισάμενοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομιοῦνται δασμόν. τί δεῖ λέγειν, ὅσα περὶ τοῦ τῶν αἰγυπτίων, καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέων, καὶ ὅσα ἀλλήλοις ἐργάσονται δεινά, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας, πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν;