Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-2
Not analysed yet
καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως. καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλωτιμίαν, ὅτι οὐχ ὡς δωριαλώτοις εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσε. μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ φιλοτιμίᾳ χρώμενος ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέποντας καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε καὶ καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψε .