Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-2
Not analysed yet
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῷ δανιὴλ βαλτάσαρ καὶ τῷ ἀνανίᾳ σιδρὰχ καὶ τῷ ἀζαρίᾳ μισὰχ καὶ τῶ μισαὴλ ἀβδεναγώ . καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνωρίζωσι. τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε καὶ τὰς ἑβραικὰς ἀφελὼν προσηγορίας χαλδαικὰς ἐπιτέθεικεν ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησε.