Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-6
Not analysed yet
ὀπίσω φησὶ τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. τὴν μακεδονικὴν βασιλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσφόρως παρδάλει τὸν ἀλέξανδρον ἀπείκασε, διὰ τὸ ταχὺ καὶ ὀξὺ καὶ ποικίλον. τέτταρα δὲ πτερὰ πετεινοῦ ἔφη τὸ θηρίον ἐσχηκέναι, ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξανδρος τὰ τέτταρα τῆς οἰκουμένης διαδραμὼν τμήματα, πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεττάρων κεφαλῶν τὴν μετὰ τὸν ἀλέξανδρον γενομένην ᾐνίξατο τῆς ἡγεμονίας διαίρεσιν. τέσσαρες γὰρ ἀνθ’ ἑνὸς κατέστησαν βασιλεῖς καὶ πτολεμαῖος μὲν ὁ λάγου τῶν κατ’ αἴγυπτον ἐνεχειρίσθη τοὺς οἴακας· σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθύνειν ἐπιστεύθη· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτησε· τῆς δὲ μακεδονίας, ὡς μέν τινές φασιν, ἀντίπατρος· ὡς δὲ ἕτεροι, φίλιππος ὁ καὶ ἀριδαῖος αὐτοῦ ἀλεξάνδρου ἀδελφός. αἱ μὲν οὖν τέσσαρες κεφαλαὶ τὰς μετὰ τὸν ἀλέξανδρον τέσσαρας ἡγεμονίας αἰνίττονται, τὰ δὲ τέσσαρα πτερὰ αὐτὴν τοῦ ἀλεξάνδρου τὴν δυναστείαν τῶν τεττάρων τῆς οἰκουμένης περιγενομένην τμημάτων· ἐξουσίαν δὲ ἔφη δεδόσθαι τῷ θηρίῳ, ἐπειδὴ καὶ ὧν οἱ πρὸ αὐτοῦ μὴ κεκρατήκεισαν, οὗτος ἐδείχθη κρατῶν, ἀλλ’ ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία τέλος ἐδέξατο.