Ancient Greek · ~8 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-5
Not analysed yet
ὀπίσω γὰρ τούτου φησὶν ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ ἤσθιον καὶ ἐλέπτυνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ. τὸ τέταρτον θηρίον τὴν ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῷ οὐ τίθησιν, ἐπειδὴ ἐκ πλειόνων ἐθνῶν ἡ ῥωμαίων συγκροτηθεῖσα πόλις τῆς οἰκουμένης ἐκράτησε· πρῶτον μὲν βασιλευομένη, εἶτα ὁτὲ δημοκρατουμένη, ὁτὲ δὲ ἀριστοκρατουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν. φοβερὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον περισσῶς, ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασιλειῶν δυνατωτέρα αὕτη ἡ βασιλεία γεγένηται, καὶ ἐπὶ τῆς εἰκόνος δὲ τετάρτην ὕλην τὸν σίδηρον τέθεικε, καὶ ἐπήγαγεν. ὥσπερ τοίνυν ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ ἐκδαμάσει. καὶ ἐνταῦθα δέ φησιν· οἱ ὀδόντες τοῦ θηρίου σιδηροῖ· ὡς εἶναι δῆλον, ὅτι τὴν αὐτὴν κἀνταῦθα κἀκεῖ βασιλείαν αἰνίττεται. ἤσθιέ φησι καὶ ἐλέπτυνε. καὶ γὰρ τῷ ὄντι μείζους ἐπετέθησαν ὑπὸ ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι. καὶ τὰ ἐπίλοιπά φησι τοῖς ποσὶν αὐτοῦ συνεπάτει. πόδας δὲ τῆς βασιλείας τὴν στρατείαν αἰνίττεται, ὑφ’ ὧν οὐ σμικραὶ ζημίαι τοῖς τε τὰς πόλεις οἰκοῦσι καὶ τὰς χώρας ἐπάγονται. καὶ αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ. δυνατωτέρα γὰρ καὶ περιφανεστέρα ἡ ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη. καὶ κέρατα αὐτῷ, φησί, δέκα. σημαίνει ἐνταῦθα, ὅτι περὶ τὸ τέλος τῆς βασιλείας δέκα κατὰ ταὐτὸν ἀναστήσονται βασιλεῖς, ὧν οἱ μὲν ἔσονται δυνατοί, οἱ δὲ λίαν ἀσθενεῖς. τοῦτο γὰρ καὶ ἐν τῷ τῆς εἰκόνος ἐνυπνίῷ ἐδίδαξε· καὶ γὰρ ἐκεῖ οἱ δάκτυλοι τῶν ποδῶν δέκα, καὶ οὗτοι μέρος μὲν εἶχον σιδήρου, μέρος δέ τι ὀστράκου· ἑρμηνεύων δὲ ὁ μακάριος ἔφη δανιήλ ,ὡς τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρόν, μέρος δέ τι ἀσθενές. ὡς εἶναι δῆλον, ὅτι τὰ αὐτὰ σημαίνει ἀμφότερα τὰ ἐνύπνια.