Ancient Greek · ~9 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-10
Not analysed yet
καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσε τὴν δεξιὰν αὐτοῦ, καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. ἐντεῦθεν ἀκριβῶς μεμαθήκαμεν, ὅτι ὁ τότε διαλεγόμενος οὐκ αὐτὸς ἦν ὁ δεσπότης. ὁ γὰρ δεσπότης, ἐπεὶ κατ’ οὐδενὸς μείζονος ἄλλου εἶχεν ὀμόσαι, ᾗ φησιν ὁ θεῖος ἀπόστολος, καθ’ ἑαυτοῦ ὤμοσε λέγων· ζῶ ἐγὼ λέγει κύριος. καὶ ὁ μακάριος μωυσῆς δείκνυσιν αὐτὸν λέγοντα· ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα. οὗτος δὲ εἷς ὢν τῶν ὑποκειμένων καὶ εὐνοικῶς περὶ τὸν δεσπότην διακειμένων, ἐξέτεινε μὲν εἰς τὸν οὐρανὸν ἄμφω τὼ χεῖρε, ὤμοσε δὲ ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα. χεῖρας δὲ λέγει αὐτὸν ἔχειν ὁ δανιὴλ τοῦτο θεασάμενος. ἀσώματον δ’ ὅμως ἴσμεν τῶν ἀγγέλων τὴν φύσιν· σχηματίζουσι δὲ τὰς ὄψεις πρὸς τὸ χρήσιμον τῶν ὁρώντων· καὶ πολλάκις μὲν ἡμερώτερον φαίνονται, συγκαταβάσει πλείονι χρώμενοι, πολλάκις δὲ φοβερώτερον, σπουδαιοτέρους τοὺς ὁρῶντας ἐργαζόμενοι. ὥμοσε τοίνυν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. σημαίνει δὲ τρία καὶ ἥμισυ ἔτη. τοῦτο δὲ καὶ ἐπὶ τοῦ κέρατος τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων, ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα ἐν τῷ τέλει τῆς ῥωμαικῆς βασιλείας, ὁ ἅγιος ἔφη γαβριήλ . εἰρηκὼς γάρ· τρεῖς βασιλεῖς ταπεινώσει καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει. ἐπήγαγε· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ. τρία δὲ ταῦτα καὶ ἥμισυ ἔτη. τὸν καιρὸν γὰρ ἐνιαυτὸν προσηγόρευσε, καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα σαφέστερον μαθησόμεθα· ὅτι εἰς καιρόν φησι καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν λαοῦ ἡγιασμένου γνώσονται ἅγιον, καὶ συντελεσθήσονται ταῦτα πάντα. τρία γάρ φησι καὶ ἥμισυ ἔτη ὁ τοῦ ἡγιασμένου λαοῦ κρατήσει διασκορπισμός, καὶ συντελεσθήσονται ταῦτα πάντα. εἶτα γνώσονται τὸν ἅγιον. τὸν μέγαν ἠλίαν ἐνταῦθα αἰνίττεται· περὶ γὰρ τὰ τέλη τῆς ἐκείνου δυναστείας ἀναφανεὶς ὁ μέγας ἠλίας ,τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν προκηρύξει. τούτοις ἐπάγει ὁ μακάριος δανιήλ·