Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-10
Not analysed yet
καὶ εἶδόν φησιν ἐγὼ δανιὴλ, καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ ποταμοῦ, καὶ εἷς ἐντεῦθεν. καὶ εἶπον τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων, καὶ ὁ καθαρισμὸς τούτων; ἐγὼ μὲν γάρ φησιν εἱστήκειν σιγῶν, καὶ ἐρωτᾶν μὴ τολμῶν, δύο δὲ ἕτεροι ταῖς ὄχθαις ἑκατέρωθεν ἐφεστῶτες τοῦ ποταμοῦ, ἤροντο τὸν τὴν βυσσίνην περιβεβλημένον ἐσθῆτα, τῇ τε τοῦ ὕδατος ἐποχούμενον ἐπιφανείᾳ· πόσον καθέξει χρόνον τὰ φοβερὰ ταῦτα καὶ φρίκης γέμοντα; καὶ πότε ἡ τούτων ἀπαλλαγὴ γενήσεται;