Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-6
Not analysed yet
καὶ ἦλθέ φησιν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα ἐπὶ τοῦ οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριόν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. πρώτοις μὲν γὰρ τοῖς ἐκείνου συμβαλὼν στρατηγοῖς ἐν τοῖς κατὰ τὴν ἀσίαν τόποις, πᾶσαν αὐτῶν ἐκείνην ἀφείλατο τὴν ἀρχήν. εἶτα τοῦ δαρείου κατὰ τὴν κιλικίαν μετὰ πολλῆς τῆς στρατείας ἀπαντήσαντος, ἑτέρα γίνεται συμπλοκή, καὶ τρέπεται μὲν ὁ δαρεῖος εἰς φυγήν, πολλοὺς δὲ τῆς στρατείας καταναλώσας ὁ ἀλέξανδρος ἔλαβεν αἰχμαλώτους τοῦ δαρείου τὰς θυγατέρας. εἶτα αὖθις μετὰ τὴν ἐξ αἰγύπτου ἐπάνοδον, περὶ τὴν βαβυλῶνα παραταξάμενος, αὐτόν τε τὸν δαρεῖον ἀνεῖλε, καὶ τὴν περσικὴν κατέλυσε βασιλείαν. συντριβῆναι δὲ λέγει ἀμφότερα τὰ κέρατα αὐτοῦ, ἐπειδὴ καὶ μῆδοι καὶ πέρσαι κατὰ ταὐτὸν ὠνομάζοντο, κύρου τοῦ πρώτου βασιλεύσαντος, μήδου μὲν ὄντος μητρόθεν, πέρσου δὲ πατρόθεν· καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν βασιλεὺς ἄμφω ταύτας εἶχε τὰς προσηγορίας, ἀναγκαίως καὶ οἱ ἀρχόμενοι, καὶ μήδους καὶ πέρσας τοὺς αὐτοὺς ὠνόμαζον. εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ βασιλεῖαι. καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς αὐτοὺς καὶ πέρσας καὶ μήδους ὀνομάζουσιν. οὕτω δέ, φησί, τῶν τοῦ κριοῦ συντριβέντων κεράτων.