Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-6
Not analysed yet
καὶ ἐγὼ φησὶν ἤμην συνιών. ταῦτα φησὶ θεωρῶν ἐλογιζόμην παρ’ ἑμαυτῷ, τὰ διὰ τούτων σημαινόμενα εὑρεῖν ἐφιέμενος· ἐμοῦ δὲ πυνθανομένου· ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. τισὶ δὲ τῶν ἀντιγράφων πρόσκειται καὶ τοῦτο· καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρας ἓν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. τὴν μακεδονικὴν ἐνταῦθα βασιλείαν ἐσήμανεν τοῦ ἐνυπνίου τὸ αἴνιγμα· τράγον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ ταχὺ καὶ εὐκίνητον· τοῦ κριοῦ γὰρ ὀξύτερος ὁ τράγος. ἀπὸ λιβὸς δὲ αὐτὸν ἐληλυθέναι ἔφη· ἐπειδὴ πρότερον αἴγυπτον χειρωσάμενος, οὕτως εἰς τὴν περσῶν ἐλήλυθε χώραν. ἐνίκησε μὲν γὰρ τὸν δαρεῖον ἐν τῇ κιλικίᾳ, ἀλλ’ ἐκεῖθεν τὴν συρίαν, καὶ φοινίκην, καὶ παλαιστίνην διαδραμών, καὶ τὰς μὲν τῶν πόλεων ὁμολογίᾳ λαβών, τὰς δὲ βίᾳ ἑλὼν, εἰς τὴν αἴγυπτον ὥρμησεν· εἶτα κἀκείνην τὴν βασιλείαν παραλαβὼν, τὴν περσίδα καταλαμβάνει καὶ τὴν μεγίστην αὐτῶν καταλύει βασιλείαν. ἓν δὲ κέρας θεωρητόν, τουτέστιν, ἐπίσημον καὶ περίβλεπτον, αὐτὸν καλεῖ τὸν ἀλέξανδρον· ἀνὰ μέσον δὲ τῶν ὀφθαλμῶν τοῦ τράγου φῦναι λέγει τὸ κέρας, διὰ τὸ ἀγχίνουν, καὶ συνετόν, καὶ πυκνὸν τῶν τοῦ ἀλεξάνδρου φρενῶν.