Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8
Not analysed yet
καὶ γὰρ τῷ ὄντι τοῦ θείου πνεύματος ἔργον ἦν, καὶ τὸ ἐνύπνιον εἰπεῖν, ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀληθῶς. ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε δεσπότῃ. ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤῥήσεως τέλος. ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τούτων δηλοῦτε. ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα, ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν.