Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9
Not analysed yet
φέρε τοίνυν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν, εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα. μετὰ τὸν ἰωσίαν (εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς) ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ, ὁ υἱὸς αὐτοῦ, τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν, ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ τοῖς παραλειπομένοις ἰωάχαζ ὀνομάζεται, ὁ δὲ μακάριος ἰερεμίας αὐτὸν ὁ προφήτης σελεὶμ προσαγορεύει τοῦτον δοριάλωτον ὁ τῆς Αἰγύπτου βασιλεὺς φαραὼ νεχαὼ λαβὼν, αἰχμάλωτον εἰς τὴν Αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’αὐτοῦ βασιλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν. ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν. ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς, ἔλαβε μὲν οὐκ ὀλίγους δορυαλώτους τῶν ἐπ’ εὐγενείᾳ λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῷ ἰωακεὶμ ἀπῆρεν εἰς βαβυλῶνα . εἶτα, τούτου τὸν ὁρισθέντα φόρον ἐκτῖσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἰωακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα, ἐλιακεὶμ δὲ πάλιν μετονομασθέντα. καὶ τοῦτον δὲ ὁ μακάριος ἰερεμίας ὁ προφήτης ἰεχονίαν ὀνομάζει. ζῶ γὰρ ἐγώ, φησί ,λέγει κύριος, ἐὰν γενόμενος γένηται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα, ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων . καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, πάλιν ὁ ναβουχοδονόσορ ,ὁ τῶν βαβυλωνίων βασιλεύς, στρατίαν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλῶνα ,τῷ δὲ σεδεκίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις τῶν βαβυλωνίων ὁ βασιλεύς, ἔπειτα πολιορκήσας, καὶ τῷ λιμῷ κατ’ αὐτῶν συμμάχῳ χρησάμενος, καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν ῥήγνυσι μὲν τὸ τεῖχος, ἀναιρεῖ δὲ τοὺς πλείστους, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δορυαλώτους, πυρὶ τήν τε πόλιν καὶ τὸ ἱερὸν παραδούς.