Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8-3
Not analysed yet
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι γαζαρηνοί, χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώπιόν μου δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ, κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἔχει ἐν αὑτῷ. οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν, ἀλλὰ παράλληλα τέθεικεν, ἵνα τῇ παρεξετάσει δήλην ἅπασι ποιήσῃ τὴν τοῦ προφήτου σοφίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν βαβυλῶνος, ἵνα δείξῃ τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου πνεύματος φωτιζόμενον. καλεῖ δὲ αὐτὸν οὐκ ἀπὸ μόνης τῆς προσηγορίας, ἣν αὐτὸς ἐπιτέθεικεν, ἀλλὰ τὸ ἑβραῖον προστίθησιν ὄνομα. δανιὴλ γάρ, φησίν, οὗ τὸ ὄνομα βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου. οὕτω γάρ φησιν αὐτὸν ἐξ ἀρχῆς ἐθαύμασα, ὡς τοῦ πάλαι ὑπ’ ἐμοῦ προσκυνουμένου θεοῦ ἐπιθεῖναι αὐτῷ τὴν προσηγορίαν. καὶ τὴν αἰτίαν δεικνύς, ὃς πνεῦμα θεοῦ ἅγιον ἔχει ἐν ἑαυτῷ καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προφήτου διδασκαλίας μεμαθήκαμεν. πόθεν γὰρ ἑτέρωθεν ἐγνώκει τοῦ παναγίου πνεύματος τὴν προσηγορίαν τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς; καὶ τὸ ἐνύπνιον, φησίν, ἐνώπιον αὐτοῦ εἶπον. εἶπον δὲ οὕτως ἀρξάμενος·