Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 5-2
Not analysed yet
ἐνύπνιον φησὶν εἶδον καὶ ἐφοβέρισέ με καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. ἐν τοσαύτῃ γὰρ ὑπάρχων εὐημερίᾳ, καὶ ὄναρ εἶδον λυπηρόν, καὶ ἐξεδειματώθην μὲν σφόδρα τῇ θεωρίᾳ τοῦ ἐνυπνίου ἐταρασόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνάμενος· οὗ χάριν τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα.