Ancient Greek
85 to 86
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 85-86
Not analysed yet
εὐλογεῖτε δοῦλοι κυρίου τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας . μονονουχὶ λέγοντες, ὅτι δυνατὸν εὐνοικῶς δουλεύειν τῷ δεσπότῃ καὶ τὸν ἱερωσύνης γεγυμνωμένον. προκηρύττουσι καὶ τὴν ἀνάστασιν· εὐλογεῖτε γάρ φησι πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον . τουτέστιν αἱ πνευματικαὶ τῶν δικαίων ψυχαί, αἱ τῶν ἀνθρωπίνων παθῶν ὑπέρτεραι γενόμεναι, αἱ τοῦ πνεύματος τὴν χάριν ὑποδεξάμεναι. ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτημένους·