Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 79
Not analysed yet
εὐλογεῖτε γάρ φησι κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον . μετὰ ταῦτα τὰ πετεινὰ καλοῦσι καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων τὴν φύσιν, τῆς κοσμογονίας τὴν τάξιν φυλάξαντες. καὶ γὰρ ὁ μακάριος μωσῆς πρῶτα μὲν φῦναι τῷ θείῳ λόγῳ τὰ δένδρα συνέγραψεν εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη, καὶ πρὸς τούτοις καὶ σὺν τούτοις τῶν ἀεροπόρων ὀρνίθων τὴν φύσιν, μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη, τελευταῖον δὲ τὸν ἄνθρωπον. καλέσαντες δὲ τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὑμνωδίαν, πάλιν κατὰ διαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν ποιητήν. καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ τοῦτο ποιεῖν παρακελεύονται καὶ τούτους δὲ πολλαχῶς διαιροῦσι καὶ, τάττουσι πρώτους τοὺς ἱερεῖς, ἅτε δὴ τὴν θεῖαν λειτουργίαν πεπιστευμένους. εἶτα, ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦσι περιγράφειν τὴν ὑμνωδίαν ἐπάγουσιν·