Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 88
Not analysed yet
εὐλογεῖτε, ἀνανία, ἀζαρία, μισαὴλ, τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας . οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτίσεως, καὶ πάντων ἀνθρώπων εὐτελεστάτους. τοιοῦτος ἦν ὁ μακάριος παῦλος λέγων· ἐμοὶ τῷ ἐλαχιστοτέρῷ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη . καὶ ἀλλαχοῦ· χριστός, φησίν ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμὶ ἐγώ . καὶ τῶν μὲν ἁμαρτωλῶν πρῶτον ἑαυτὸν ὀνομάζει, τῶν δὲ ἁγίων ἔσχατον ἀποκαλεῖ. οὕτω καὶ οἱ μακάριοι οὗτοι ἐσχάτους ἑαυτοὺς παρακελεύονται ὑμνεῖν τὸν κύριον, καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας. εἶτα διηγοῦνται τὸ θαῦμα· ὅτι ἐῤῥύσατο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου . ἀνθρωπίναις γὰρ ἀπηγορεύθημεν ψήφοις.