Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 89
Not analysed yet
καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός· καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. ἐξομολογεῖσθε τοίνυν τῷ κυρίῳ, ὅτι χρηστός, ὅτιεἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. τί γὰρ χρηστότερον ἢ τί δὲ ἀγαθώτερον τοῦ τοσούτῳ ἐν τοῖς καθ ̓ ἡμᾶς χρησαμένου ἐλέῳ; καὶ τοσαύτην ἀρετὴν ἐπιδειξάμενοι, ἐλέῳ φασὶ τῆς σωτηρίας τετυχηκέναι. εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ἐμνημόνευσαν ἄνω, καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας, καὶ τὸν θεὸν θεραπεύειν ἐσπουδακότας.