Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9-3
Not analysed yet
ἐπ ̓ ἀληθείας ἐγὼ οἶδα, ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε, καθ’ ὅτι ὅτι ἀπέστηἀπ ̓ ἐμοῦ τὸ ῥῆμα. ἐὰν οὖν τὸ ἐνύπνιον μὴἀπαγγείλητέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν, καὶοἶδα, ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μουεἴπατέ μοι, καὶ γνώσομαι, ὅτικαὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι . τούτων δὲ τῶν λόγων ἡ μὲν ἀπαίτησις αὐθάδης καὶ μανική, ἡ δὲ κατηγορία λίαν ἀληθής· βούλεσθε γάρ, φησί, μαθεῖν τὸ ἐνύπνιον, ἵνα κοινῇ τινα πλασάμενοιἑρμηνείαν ψευδῆ, φενακίσητέ με συνήθως, συνεργὸν λαμβάνοντες τοῦ χρόνου τὸμῆκος καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες. τούτων ἀκούσαντες οἱ χαλδαῖοι (ὡς γὰρ ἕοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ ̓ αὐτῷ παῤῥησίαν), ἀποφαντικῶς λοιπὸν διαλέγονται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν.